ТАНАХ (39)

Септуагинта (АB) (53)

Γενεσις (глав: 50)

Εξοδος (глав: 40)

Λευιτικον (глав: 27)

Αριθμοι (глав: 36)

Δευτερονομιον (глав: 34)

Ιησους (глав: 25)

Κριται (A) (глав: 21)

Ρουθ (глав: 4)

Βασιλειων Α (глав: 29)

Βασιλειων Β (глав: 24)

Βασιλειων Γ (глав: 22)

Βασιλειων Δ (глав: 25)

Παραλειπομενων Α (глав: 29)

Παραλειπομενων Β (глав: 36)

Εσδρας Α (глав: 9)

Εσδρας Β (глав: 23)

Εσθηρ (глав: 12)

Ιουδιθ (глав: 16)

Τωβιτ (AB) (глав: 14)

Μακκαβαιων Α (глав: 16)

Μακκαβαιων Β (глав: 15)

Μακκαβαιων Γ (глав: 7)

Μακκαβαιων Δ (глав: 18)

Ψαλμοι (глав: 151)

Ωδαι (глав: 14)

Παροιμιαι (глав: 31)

Εκκλησιαστης (глав: 12)

Ασμα (глав: 8)

Ιωβ (глав: 42)

Σοφια Σαλωμωντος (глав: 19)

Σοφια Σιραχ (глав: 51)

Ψαλμοι Σολομωντος (глав: 18)

Ωσηε (глав: 14)

Αμως (глав: 9)

Μιχαιας (глав: 7)

Ιωηλ (глав: 4)

Αβδιου (глав: 1)

Ιωνασ (глав: 4)

Ναουμ (глав: 3)

Αμβακουμ (глав: 3)

Σοφονιας (глав: 3)

Αγγαιος (глав: 2)

Ζαχαριας (глав: 14)

Μαλαχιας (глав: 3)

Ησαιας (глав: 66)

Ιερεμιας (глав: 46)

Βαρουχ (глав: 5)

Θρηνοι (глав: 6)

Επιστολη Ιερεμιου (глав: 0)

Ιεζεκιηλ (глав: 76)

Σουσαννα (глав: 1)

Δανιηλ (глав: 12)

Βηλ και Δρακων (глав: 1)

Септуагинта (BS) (2)

Перевод Феодотиона (3)

Вульгата (78)

Библия Лютера (66)

Textus Receptus (27)

Елизаветинская Библия (75)

Библия короля Иакова (80)

Синодальный перевод (77)

Новый Завет Уэсткотта-Хорта (27)

Перевод Нового Мира (27)

Библия на украинском языке (66)

Новый Завет Нестле-Аланда (27)

Новый Завет Кассиана (27)

ТаНаХ Давида Йосифона (39)

Библия на белорусском языке (66)

Евангелия на белорусском языке (4)

Радостная Весть (нет)

Новый Завет на иврите (27)

Редакция NEV (66)

Перевод еврейских писаний на греческий язык - Septuagint (Септуагинта) или LXX (70)
(III-II века до н.э., по Александрийскому кодексу)

Σοφία Ἰησοῦ Σειράχ

◄◄ | | Глава | | ►►

1 Αἰνέσωμεν δὴ ἄνδρας ἐνδόξους καὶ τοὺς πατέρας ἡμῶν τῇ γενέσει·

2 πολλὴν δόξαν ἔκτισεν ὁ κύριος, τὴν μεγαλωσύνην αὐτοῦ ἀπ’ αἰῶνος.

3 κυριεύοντες ἐν ταῖς βασιλείαις αὐτῶν καὶ ἄνδρες ὀνομαστοὶ ἐν δυνάμει· βουλεύοντες ἐν συνέσει αὐτῶν, ἀπηγγελκότες ἐν προφητείαις·

4 ἡγούμενοι λαοῦ ἐν διαβουλίοις καὶ συνέσει γραμματείας λαοῦ, σοφοὶ λόγοι ἐν παιδείᾳ αὐτῶν·

5 ἐκζητοῦντες μέλη μουσικῶν καὶ διηγούμενοι ἔπη ἐν γραφῇ·

6 ἄνδρες πλούσιοι κεχορηγημένοι ἰσχύι, εἰρηνεύοντες ἐν κατοικίαις αὐτῶν·

7 πάντες οὗτοι ἐν γενεαῖς ἐδοξάσθησαν, καὶ ἐν ταῖς ἡμέραις αὐτῶν καύχημα.

8 εἰσὶν αὐτῶν οἳ κατέλιπον ὄνομα τοῦ ἐκδιηγήσασθαι ἐπαίνους·

9 καὶ εἰσὶν ὧν οὐκ ἔστιν μνημόσυνον καὶ ἀπώλοντο ὡς οὐχ ὑπάρξαντες καὶ ἐγένοντο ὡς οὐ γεγονότες καὶ τὰ τέκνα αὐτῶν μετ’ αὐτούς.

10 ἀλλ’ ἢ οὗτοι ἄνδρες ἐλέους, ὧν αἱ δικαιοσύναι οὐκ ἐπελήσθησαν·

11 μετὰ τοῦ σπέρματος αὐτῶν διαμενεῖ, ἀγαθὴ κληρονομία ἔκγονα αὐτῶν·

12 ἐν ταῖς διαθήκαις ἔστη τὸ σπέρμα αὐτῶν καὶ τὰ τέκνα αὐτῶν δι’ αὐτούς·

13 ἕως αἰῶνος μενεῖ σπέρμα αὐτῶν, καὶ ἡ δόξα αὐτῶν οὐκ ἐξαλειφθήσεται·

14 τὰ σώματα αὐτῶν ἐν εἰρήνῃ ἐτάφη, καὶ τὸ ὄνομα αὐτῶν ζῇ εἰς γενεάς·

15 σοφίαν αὐτῶν διηγήσονται λαοί, καὶ τὸν ἔπαινον ἐξαγγέλλει ἐκκλησία.

16 Ενωχ εὐηρέστησεν κυρίῳ καὶ μετετέθη ὑπόδειγμα μετανοίας ταῖς γενεαῖς.

17 Νωε εὑρέθη τέλειος δίκαιος, ἐν καιρῷ ὀργῆς ἐγένετο ἀντάλλαγμα· διὰ τοῦτον ἐγενήθη κατάλειμμα τῇ γῇ, ὅτε ἐγένετο κατακλυσμός·

18 διαθῆκαι αἰῶνος ἐτέθησαν πρὸς αὐτόν, ἵνα μὴ ἐξαλειφθῇ κατακλυσμῷ πᾶσα σάρξ.

19 Αβρααμ μέγας πατὴρ πλήθους ἐθνῶν, καὶ οὐχ εὑρέθη ὅμοιος ἐν τῇ δόξῃ·

20 ὃς συνετήρησεν νόμον ὑψίστου καὶ ἐγένετο ἐν διαθήκῃ μετ’ αὐτοῦ· ἐν σαρκὶ αὐτοῦ ἔστησεν διαθήκην καὶ ἐν πειρασμῷ εὑρέθη πιστός·

21 διὰ τοῦτο ἐν ὅρκῳ ἔστησεν αὐτῷ ἐνευλογηθῆναι ἔθνη ἐν σπέρματι αὐτοῦ, πληθῦναι αὐτὸν ὡς χοῦν τῆς γῆς καὶ ὡς ἄστρα ἀνυψῶσαι τὸ σπέρμα αὐτοῦ καὶ κατακληρονομῆσαι αὐτοὺς ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως ἄκρου τῆς γῆς.

22 καὶ ἐν τῷ Ισαακ ἔστησεν οὕτως δι’ Αβρααμ τὸν πατέρα αὐτοῦ.

23 εὐλογίαν πάντων ἀνθρώπων καὶ διαθήκην κατέπαυσεν ἐπὶ κεφαλὴν Ιακωβ· ἐπέγνω αὐτὸν ἐν εὐλογίαις αὐτοῦ καὶ ἔδωκεν αὐτῷ ἐν κληρονομίᾳ· καὶ διέστειλεν μερίδας αὐτοῦ, ἐν φυλαῖς ἐμέρισεν δέκα δύο.


SAPE
Яндекс.Метрика

Наверх | Главная | Форум

© The FontCity, ltd, 2011