ТАНАХ (39)

Септуагинта (АB) (53)

Γενεσις (глав: 50)

Εξοδος (глав: 40)

Λευιτικον (глав: 27)

Αριθμοι (глав: 36)

Δευτερονομιον (глав: 34)

Ιησους (глав: 25)

Κριται (A) (глав: 21)

Ρουθ (глав: 4)

Βασιλειων Α (глав: 29)

Βασιλειων Β (глав: 24)

Βασιλειων Γ (глав: 22)

Βασιλειων Δ (глав: 25)

Παραλειπομενων Α (глав: 29)

Παραλειπομενων Β (глав: 36)

Εσδρας Α (глав: 9)

Εσδρας Β (глав: 23)

Εσθηρ (глав: 12)

Ιουδιθ (глав: 16)

Τωβιτ (AB) (глав: 14)

Μακκαβαιων Α (глав: 16)

Μακκαβαιων Β (глав: 15)

Μακκαβαιων Γ (глав: 7)

Μακκαβαιων Δ (глав: 18)

Ψαλμοι (глав: 151)

Ωδαι (глав: 14)

Παροιμιαι (глав: 31)

Εκκλησιαστης (глав: 12)

Ασμα (глав: 8)

Ιωβ (глав: 42)

Σοφια Σαλωμωντος (глав: 19)

Σοφια Σιραχ (глав: 51)

Ψαλμοι Σολομωντος (глав: 18)

Ωσηε (глав: 14)

Αμως (глав: 9)

Μιχαιας (глав: 7)

Ιωηλ (глав: 4)

Αβδιου (глав: 1)

Ιωνασ (глав: 4)

Ναουμ (глав: 3)

Αμβακουμ (глав: 3)

Σοφονιας (глав: 3)

Αγγαιος (глав: 2)

Ζαχαριας (глав: 14)

Μαλαχιας (глав: 3)

Ησαιας (глав: 66)

Ιερεμιας (глав: 46)

Βαρουχ (глав: 5)

Θρηνοι (глав: 6)

Επιστολη Ιερεμιου (глав: 0)

Ιεζεκιηλ (глав: 76)

Σουσαννα (глав: 1)

Δανιηλ (глав: 12)

Βηλ και Δρακων (глав: 1)

Септуагинта (BS) (2)

Перевод Феодотиона (3)

Вульгата (78)

Библия Лютера (66)

Textus Receptus (27)

Елизаветинская Библия (75)

Библия короля Иакова (80)

Синодальный перевод (77)

Новый Завет Уэсткотта-Хорта (27)

Перевод Нового Мира (27)

Библия на украинском языке (66)

Новый Завет Нестле-Аланда (27)

Новый Завет Кассиана (27)

ТаНаХ Давида Йосифона (39)

Библия на белорусском языке (66)

Евангелия на белорусском языке (4)

Радостная Весть (нет)

Новый Завет на иврите (27)

Редакция NEV (66)

Перевод еврейских писаний на греческий язык - Septuagint (Септуагинта) или LXX (70)
(III-II века до н.э., по Александрийскому кодексу)

Σοφία Ἰησοῦ Σειράχ

◄◄ | | Глава | | ►►

1 Ὁ ζῶν εἰς τὸν αἰῶνα ἔκτισεν τὰ πάντα κοινῇ·

2 κύριος μόνος δικαιωθήσεται. 4 οὐθενὶ ἐξεποίησεν ἐξαγγεῖλαι τὰ ἔργα αὐτοῦ· καὶ τίς ἐξιχνεύσει τὰ μεγαλεῖα αὐτοῦ; 5 κράτος μεγαλωσύνης αὐτοῦ τίς ἐξαριθμήσεται; καὶ τίς προσθήσει ἐκδιηγήσασθαι τὰ ἐλέη αὐτοῦ; 6 οὐκ ἔστιν ἐλαττῶσαι οὐδὲ προσθεῖναι, καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ θαυμάσια τοῦ κυρίου· 7 ὅταν συντελέσῃ ἄνθρωπος, τότε ἄρχεται· καὶ ὅταν παύσηται, τότε ἀπορηθήσεται. 8 Τί ἄνθρωπος, καὶ τί ἡ χρῆσις αὐτοῦ; τί τὸ ἀγαθὸν αὐτοῦ, καὶ τί τὸ κακὸν αὐτοῦ; 9 ἀριθμὸς ἡμερῶν ἀνθρώπου πολλὰ ἔτη ἑκατόν· 10 ὡς σταγὼν ὕδατος ἀπὸ θαλάσσης καὶ ψῆφος ἄμμου, οὕτως ὀλίγα ἔτη ἐν ἡμέρᾳ αἰῶνος. 11 διὰ τοῦτο ἐμακροθύμησεν κύριος ἐπ’ αὐτοῖς καὶ ἐξέχεεν ἐπ’ αὐτοὺς τὸ ἔλεος αὐτοῦ. 12 εἶδεν καὶ ἐπέγνω τὴν καταστροφὴν αὐτῶν ὅτι πονηρά· διὰ τοῦτο ἐπλήθυνεν τὸν ἐξιλασμὸν αὐτοῦ. 13 ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ, ἔλεος δὲ κυρίου ἐπὶ πᾶσαν σάρκα· ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ. 14 τοὺς ἐκδεχομένους παιδείαν ἐλεᾷ καὶ τοὺς κατασπεύδοντας ἐπὶ τὰ κρίματα αὐτοῦ. 15 Τέκνον, ἐν ἀγαθοῖς μὴ δῷς μῶμον καὶ ἐν πάσῃ δόσει λύπην λόγων. 16 οὐχὶ καύσωνα ἀναπαύσει δρόσος; οὕτως κρείσσων λόγος ἢ δόσις. 17 οὐκ ἰδοὺ λόγος ὑπὲρ δόμα ἀγαθόν; καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ. 18 μωρὸς ἀχαρίστως ὀνειδιεῖ, καὶ δόσις βασκάνου ἐκτήκει ὀφθαλμούς. 19 Πρὶν ἢ λαλῆσαι μάνθανε καὶ πρὸ ἀρρωστίας θεραπεύου. 20 πρὸ κρίσεως ἐξέταζε σεαυτόν, καὶ ἐν ὥρᾳ ἐπισκοπῆς εὑρήσεις ἐξιλασμόν. 21 πρὶν ἀρρωστῆσαί σε ταπεινώθητι καὶ ἐν καιρῷ ἁμαρτημάτων δεῖξον ἐπιστροφήν. 22 μὴ ἐμποδισθῇς τοῦ ἀποδοῦναι εὐχὴν εὐκαίρως καὶ μὴ μείνῃς ἕως θανάτου δικαιωθῆναι. 23 πρὶν εὔξασθαι ἑτοίμασον σεαυτὸν καὶ μὴ γίνου ὡς ἄνθρωπος πειράζων τὸν κύριον. 24 μνήσθητι θυμοῦ ἐν ἡμέραις τελευτῆς καὶ καιρὸν ἐκδικήσεως ἐν ἀποστροφῇ προσώπου. 25 μνήσθητι καιρὸν λιμοῦ ἐν καιρῷ πλησμονῆς, πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέραις πλούτου. 26 ἀπὸ πρωίθεν ἕως ἑσπέρας μεταβάλλει καιρός, καὶ πάντα ἐστὶν ταχινὰ ἔναντι κυρίου. 27 Ἄνθρωπος σοφὸς ἐν παντὶ εὐλαβηθήσεται καὶ ἐν ἡμέραις ἁμαρτιῶν προσέξει ἀπὸ πλημμελείας. 28 πᾶς συνετὸς ἔγνω σοφίαν καὶ τῷ εὑρόντι αὐτὴν δώσει ἐξομολόγησιν. 29 συνετοὶ ἐν λόγοις καὶ αὐτοὶ ἐσοφίσαντο καὶ ἀνώμβρησαν παροιμίας ἀκριβεῖς. 30 Ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου· 31 ἐὰν χορηγήσῃς τῇ ψυχῇ σου εὐδοκίαν ἐπιθυμίας, ποιήσει σε ἐπίχαρμα τῶν ἐχθρῶν σου. 32 μὴ εὐφραίνου ἐπὶ πολλῇ τρυφῇ, μὴ προσδεθῇς συμβολῇ αὐτῆς. 33 μὴ γίνου πτωχὸς συμβολοκοπῶν ἐκ δανεισμοῦ, καὶ οὐδέν σοί ἐστιν ἐν μαρσιππίῳ.


SAPE
Яндекс.Метрика

Наверх | Главная | Форум

© The FontCity, ltd, 2011