ТАНАХ (39)

Септуагинта (АB) (53)

Γενεσις (глав: 50)

Εξοδος (глав: 40)

Λευιτικον (глав: 27)

Αριθμοι (глав: 36)

Δευτερονομιον (глав: 34)

Ιησους (глав: 25)

Κριται (A) (глав: 21)

Ρουθ (глав: 4)

Βασιλειων Α (глав: 29)

Βασιλειων Β (глав: 24)

Βασιλειων Γ (глав: 22)

Βασιλειων Δ (глав: 25)

Παραλειπομενων Α (глав: 29)

Παραλειπομενων Β (глав: 36)

Εσδρας Α (глав: 9)

Εσδρας Β (глав: 23)

Εσθηρ (глав: 12)

Ιουδιθ (глав: 16)

Τωβιτ (AB) (глав: 14)

Μακκαβαιων Α (глав: 16)

Μακκαβαιων Β (глав: 15)

Μακκαβαιων Γ (глав: 7)

Μακκαβαιων Δ (глав: 18)

Ψαλμοι (глав: 151)

Ωδαι (глав: 14)

Παροιμιαι (глав: 31)

Εκκλησιαστης (глав: 12)

Ασμα (глав: 8)

Ιωβ (глав: 42)

Σοφια Σαλωμωντος (глав: 19)

Σοφια Σιραχ (глав: 51)

Ψαλμοι Σολομωντος (глав: 18)

Ωσηε (глав: 14)

Αμως (глав: 9)

Μιχαιας (глав: 7)

Ιωηλ (глав: 4)

Αβδιου (глав: 1)

Ιωνασ (глав: 4)

Ναουμ (глав: 3)

Αμβακουμ (глав: 3)

Σοφονιας (глав: 3)

Αγγαιος (глав: 2)

Ζαχαριας (глав: 14)

Μαλαχιας (глав: 3)

Ησαιας (глав: 66)

Ιερεμιας (глав: 46)

Βαρουχ (глав: 5)

Θρηνοι (глав: 6)

Επιστολη Ιερεμιου (глав: 0)

Ιεζεκιηλ (глав: 76)

Σουσαννα (глав: 1)

Δανιηλ (глав: 12)

Βηλ και Δρακων (глав: 1)

Септуагинта (BS) (2)

Перевод Феодотиона (3)

Вульгата (78)

Библия Лютера (66)

Textus Receptus (27)

Елизаветинская Библия (75)

Библия короля Иакова (80)

Синодальный перевод (77)

Новый Завет Уэсткотта-Хорта (27)

Перевод Нового Мира (27)

Библия на украинском языке (66)

Новый Завет Нестле-Аланда (27)

Новый Завет Кассиана (27)

ТаНаХ Давида Йосифона (39)

Библия на белорусском языке (66)

Евангелия на белорусском языке (4)

Радостная Весть (нет)

Новый Завет на иврите (27)

Редакция NEV (66)

Перевод еврейских писаний на греческий язык - Septuagint (Септуагинта) или LXX (70)
(III-II века до н.э., по Александрийскому кодексу)

Βασιλειῶν Βʹ (m 2sam)

◄◄ | | Глава | | ►►

1 Καὶ εἶπεν Δαυιδ Εἰ ἔστιν ἔτι ὑπολελειμμένος τῷ οἴκῳ Σαουλ καὶ ποιήσω μετ’ αὐτοῦ ἔλεος ἕνεκεν Ιωναθαν;

2 καὶ ἐκ τοῦ οἴκου Σαουλ παῖς ἦν καὶ ὄνομα αὐτῷ Σιβα, καὶ καλοῦσιν αὐτὸν πρὸς Δαυιδ. καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεύς Εἰ σὺ εἶ Σιβα; καὶ εἶπεν Ἐγὼ δοῦλος σός.

3 καὶ εἶπεν ὁ βασιλεύς Εἰ ὑπολέλειπται ἐκ τοῦ οἴκου Σαουλ ἔτι ἀνὴρ καὶ ποιήσω μετ’ αὐτοῦ ἔλεος θεοῦ; καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα Ἔτι ἔστιν υἱὸς τῷ Ιωναθαν πεπληγὼς τοὺς πόδας.

4 καὶ εἶπεν ὁ βασιλεύς Ποῦ οὗτος; καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα Ἰδοὺ ἐν οἴκῳ Μαχιρ υἱοῦ Αμιηλ ἐκ τῆς Λαδαβαρ.

5 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Δαυιδ καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ οἴκου Μαχιρ υἱοῦ Αμιηλ ἐκ τῆς Λαδαβαρ.

6 καὶ παραγίνεται Μεμφιβοσθε υἱὸς Ιωναθαν υἱοῦ Σαουλ πρὸς τὸν βασιλέα Δαυιδ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ. καὶ εἶπεν αὐτῷ Δαυιδ Μεμφιβοσθε· καὶ εἶπεν Ἰδοὺ ὁ δοῦλός σου.

7 καὶ εἶπεν αὐτῷ Δαυιδ Μὴ φοβοῦ, ὅτι ποιῶν ποιήσω μετὰ σοῦ ἔλεος διὰ Ιωναθαν τὸν πατέρα σου καὶ ἀποκαταστήσω σοι πάντα ἀγρὸν Σαουλ πατρὸς τοῦ πατρός σου, καὶ σὺ φάγῃ ἄρτον ἐπὶ τῆς τραπέζης μου διὰ παντός.

8 καὶ προσεκύνησεν Μεμφιβοσθε καὶ εἶπεν Τίς εἰμι ὁ δοῦλός σου, ὅτι ἐπέβλεψας ἐπὶ τὸν κύνα τὸν τεθνηκότα τὸν ὅμοιον ἐμοί;

9 καὶ ἐκάλεσεν ὁ βασιλεὺς Σιβα τὸ παιδάριον Σαουλ καὶ εἶπεν πρὸς αὐτόν Πάντα, ὅσα ἐστὶν τῷ Σαουλ καὶ ὅλῳ τῷ οἴκῳ αὐτοῦ, δέδωκα τῷ υἱῷ τοῦ κυρίου σου·

10 καὶ ἐργᾷ αὐτῷ τὴν γῆν, σὺ καὶ οἱ υἱοί σου καὶ οἱ δοῦλοί σου, καὶ εἰσοίσεις τῷ υἱῷ τοῦ κυρίου σου ἄρτους, καὶ ἔδεται αὐτούς· καὶ Μεμφιβοσθε υἱὸς τοῦ κυρίου σου φάγεται διὰ παντὸς ἄρτον ἐπὶ τῆς τραπέζης μου. [καὶ τῷ Σιβα ἦσαν πεντεκαίδεκα υἱοὶ καὶ εἴκοσι δοῦλοι.]

11 καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα Κατὰ πάντα, ὅσα ἐντέταλται ὁ κύριός μου ὁ βασιλεὺς τῷ δούλῳ αὐτοῦ, οὕτως ποιήσει ὁ δοῦλός σου. καὶ Μεμφιβοσθε ἤσθιεν ἐπὶ τῆς τραπέζης Δαυιδ καθὼς εἷς τῶν υἱῶν τοῦ βασιλέως.

12 καὶ τῷ Μεμφιβοσθε υἱὸς μικρὸς καὶ ὄνομα αὐτῷ Μιχα. καὶ πᾶσα ἡ κατοίκησις τοῦ οἴκου Σιβα δοῦλοι τοῦ Μεμφιβοσθε.

13 καὶ Μεμφιβοσθε κατῴκει ἐν Ιερουσαλημ, ὅτι ἐπὶ τῆς τραπέζης τοῦ βασιλέως διὰ παντὸς ἤσθιεν· καὶ αὐτὸς ἦν χωλὸς ἀμφοτέροις τοῖς ποσὶν αὐτοῦ.


SAPE
Яндекс.Метрика

Наверх | Главная | Форум

© The FontCity, ltd, 2011