![]() | ||
---|---|---|
Новый Завет Уэсткотта-Хорта (27) Библия на украинском языке (66) Новый Завет Нестле-Аланда (27) Библия на белорусском языке (66) |
Перевод еврейских писаний на греческий язык - Septuagint (Септуагинта) или LXX (70) Ψαλμοί Σαλoμῶντος 1 t Τῷ Σαλωμων· εἰς προσδοκίαν. 1 Σαλπίσατε ἐν Σιων ἐν σάλπιγγι σημασίας ἁγίων, κηρύξατε ἐν Ιερουσαλημ φωνὴν εὐαγγελιζομένου· ὅτι ἠλέησεν ὁ θεὸς Ισραηλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν. 2 στῆθι, Ιερουσαλημ, ἐφ’ ὑψηλοῦ καὶ ἰδὲ τὰ τέκνα σου ἀπὸ ἀνατολῶν καὶ δυσμῶν συνηγμένα εἰς ἅπαξ ὑπὸ κυρίου. 3 ἀπὸ βορρᾶ ἔρχονται τῇ εὐφροσύνῃ τοῦ θεοῦ αὐτῶν, ἐκ νήσων μακρόθεν συνήγαγεν αὐτοὺς ὁ θεός. 4 ὄρη ὑψηλὰ ἐταπείνωσεν εἰς ὁμαλισμὸν αὐτοῖς, οἱ βουνοὶ ἐφύγοσαν ἀπὸ εἰσόδου αὐτῶν· 5 οἱ δρυμοὶ ἐσκίασαν αὐτοῖς ἐν τῇ παρόδῳ αὐτῶν, πᾶν ξύλον εὐωδίας ἀνέτειλεν αὐτοῖς ὁ θεός, 6 ἵνα παρέλθῃ Ισραηλ ἐν ἐπισκοπῇ δόξης θεοῦ αὐτῶν. 7 Ἔνδυσαι, Ιερουσαλημ, τὰ ἱμάτια τῆς δόξης σου, ἑτοίμασον τὴν στολὴν τοῦ ἁγιάσματός σου· ὅτι ὁ θεὸς ἐλάλησεν ἀγαθὰ Ισραηλ εἰς τὸν αἰῶνα καὶ ἔτι. 8 ποιήσαι κύριος ἃ ἐλάλησεν ἐπὶ Ισραηλ καὶ Ιερουσαλημ, ἀναστήσαι κύριος τὸν Ισραηλ ἐν ὀνόματι δόξης αὐτοῦ· 9 τοῦ κυρίου τὸ ἔλεος ἐπὶ τὸν Ισραηλ εἰς τὸν αἰῶνα καὶ ἔτι. |
SAPE |
© The FontCity, ltd, 2011