![]() | ||
---|---|---|
Новый Завет Уэсткотта-Хорта (27) Библия на украинском языке (66) Новый Завет Нестле-Аланда (27) Библия на белорусском языке (66) |
Перевод еврейских писаний на греческий язык - Septuagint (Септуагинта) или LXX (70) Ψαλμοί Σαλoμῶντος 1 t Ἐν ὕμνοις· τῷ Σαλωμων. 1 Μακάριος ἀνήρ, οὗ ὁ κύριος ἐμνήσθη ἐν ἐλεγμῷ, καὶ ἐκυκλώθη ἀπὸ ὁδοῦ πονηρᾶς ἐν μάστιγι καθαρισθῆναι ἀπὸ ἁμαρτίας τοῦ μὴ πληθῦναι. 2 ὁ ἑτοιμάζων νῶτον εἰς μάστιγας καθαρισθήσεται· χρηστὸς γὰρ ὁ κύριος τοῖς ὑπομένουσιν παιδείαν. 3 ὀρθώσει γὰρ ὁδοὺς δικαίων καὶ οὐ διαστρέψει ἐν παιδείᾳ, καὶ τὸ ἔλεος κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτὸν ἐν ἀληθείᾳ. 4 καὶ μνησθήσεται κύριος τῶν δούλων αὐτοῦ ἐν ἐλέει· ἡ γὰρ μαρτυρία ἐν νόμῳ διαθήκης αἰωνίου, ἡ μαρτυρία κυρίου ἐπὶ ὁδοὺς ἀνθρώπων ἐν ἐπισκοπῇ. 5 Δίκαιος καὶ ὅσιος ὁ κύριος ἡμῶν ἐν κρίμασιν αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ Ισραηλ αἰνέσει τῷ ὀνόματι κυρίου ἐν εὐφροσύνῃ. 6 καὶ ὅσιοι ἐξομολογήσονται ἐν ἐκκλησίᾳ λαοῦ, καὶ πτωχοὺς ἐλεήσει ὁ θεὸς ἐν εὐφροσύνῃ Ισραηλ· 7 ὅτι χρηστὸς καὶ ἐλεήμων ὁ θεὸς εἰς τὸν αἰῶνα, καὶ συναγωγαὶ Ισραηλ δοξάσουσιν τὸ ὄνομα κυρίου. 8 τοῦ κυρίου ἡ σωτηρία ἐπὶ οἶκον Ισραηλ εἰς εὐφροσύνην αἰώνιον. |
SAPE |
© The FontCity, ltd, 2011