![]() | ||
---|---|---|
Новый Завет Уэсткотта-Хорта (27) Библия на украинском языке (66) Новый Завет Нестле-Аланда (27) Библия на белорусском языке (66) |
Перевод еврейских писаний на греческий язык - Septuagint (Септуагинта) или LXX (70) Παροιμίαι 1 φεύγει ἀσεβὴς μηδενὸς διώκοντος, δίκαιος δὲ ὥσπερ λέων πέποιθεν. 2 δι’ ἁμαρτίας ἀσεβῶν κρίσεις ἐγείρονται, ἀνὴρ δὲ πανοῦργος κατασβέσει αὐτάς. 3 ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς. ὥσπερ ὑετὸς λάβρος καὶ ἀνωφελής, 4 οὕτως οἱ ἐγκαταλείποντες τὸν νόμον ἐγκωμιάζουσιν ἀσέβειαν, οἱ δὲ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος. 5 ἄνδρες κακοὶ οὐ νοήσουσιν κρίμα, οἱ δὲ ζητοῦντες τὸν κύριον συνήσουσιν ἐν παντί. 6 κρείσσων πτωχὸς πορευόμενος ἐν ἀληθείᾳ πλουσίου ψευδοῦς. 7 φυλάσσει νόμον υἱὸς συνετός· ὃς δὲ ποιμαίνει ἀσωτίαν, ἀτιμάζει πατέρα. 8 ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν τῷ ἐλεῶντι πτωχοὺς συνάγει αὐτόν. 9 ὁ ἐκκλίνων τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι νόμου καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται. 10 ὃς πλανᾷ εὐθεῖς ἐν ὁδῷ κακῇ, εἰς διαφθορὰν αὐτὸς ἐμπεσεῖται· οἱ δὲ ἄνομοι διελεύσονται ἀγαθὰ καὶ οὐκ εἰσελεύσονται εἰς αὐτά. 11 σοφὸς παρ’ ἑαυτῷ ἀνὴρ πλούσιος, πένης δὲ νοήμων καταγνώσεται αὐτοῦ. 12 διὰ βοήθειαν δικαίων πολλὴ γίνεται δόξα, ἐν δὲ τόποις ἀσεβῶν ἁλίσκονται ἄνθρωποι. 13 ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται, ὁ δὲ ἐξηγούμενος ἐλέγχους ἀγαπηθήσεται. 14 μακάριος ἀνήρ, ὃς καταπτήσσει πάντα δι’ εὐλάβειαν, ὁ δὲ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς. 15 λέων πεινῶν καὶ λύκος διψῶν ὃς τυραννεῖ πτωχὸς ὢν ἔθνους πενιχροῦ. 16 βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης, ὁ δὲ μισῶν ἀδικίαν μακρὸν χρόνον ζήσεται. 17 ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ὁ ἐγγυώμενος φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ. |
SAPE |
© The FontCity, ltd, 2011