![]() | ||
---|---|---|
Новый Завет Уэсткотта-Хорта (27) Библия на украинском языке (66) Новый Завет Нестле-Аланда (27) Библия на белорусском языке (66) |
Перевод еврейских писаний на греческий язык - Septuagint (Септуагинта) или LXX (70) Παροιμίαι 1 ὥσπερ δρόσος ἐν ἀμήτῳ καὶ ὥσπερ ὑετὸς ἐν θέρει, οὕτως οὐκ ἔστιν ἄφρονι τιμή. 2 ὥσπερ ὄρνεα πέταται καὶ στρουθοί, οὕτως ἀρὰ ματαία οὐκ ἐπελεύσεται οὐδενί. 3 ὥσπερ μάστιξ ἵππῳ καὶ κέντρον ὄνῳ, οὕτως ῥάβδος ἔθνει παρανόμῳ. 4 μὴ ἀποκρίνου ἄφρονι πρὸς τὴν ἐκείνου ἀφροσύνην, ἵνα μὴ ὅμοιος γένῃ αὐτῷ· 5 ἀλλὰ ἀποκρίνου ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ, ἵνα μὴ φαίνηται σοφὸς παρ’ ἑαυτῷ. 6 ἐκ τῶν ἑαυτοῦ ποδῶν ὄνειδος πίεται ὁ ἀποστείλας δι’ ἀγγέλου ἄφρονος λόγον. 7 ἀφελοῦ πορείαν σκελῶν καὶ παροιμίαν ἐκ στόματος ἀφρόνων. 8 ὃς ἀποδεσμεύει λίθον ἐν σφενδόνῃ, ὅμοιός ἐστιν τῷ διδόντι ἄφρονι δόξαν. 9 ἄκανθαι φύονται ἐν χειρὶ τοῦ μεθύσου, δουλεία δὲ ἐν χειρὶ τῶν ἀφρόνων. 10 πολλὰ χειμάζεται πᾶσα σὰρξ ἀφρόνων· συντρίβεται γὰρ ἡ ἔκστασις αὐτῶν. 11 ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἔμετον καὶ μιση τὸς γένηται, οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν. |
SAPE |
© The FontCity, ltd, 2011