![]() | ||
---|---|---|
Новый Завет Уэсткотта-Хорта (27) Библия на украинском языке (66) Новый Завет Нестле-Аланда (27) Библия на белорусском языке (66) |
Перевод еврейских писаний на греческий язык - Septuagint (Септуагинта) или LXX (70) Παροιμίαι 1 Οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ θεοῦ, βασιλέως χρηματισμός, ὃν ἐπαίδευσεν ἡ μήτηρ αὐτοῦ. 2 τί, τέκνον, τηρήσεις; τί; ῥήσεις θεοῦ· πρωτογενές, σοὶ λέγω, υἱέ· τί, τέκνον ἐμῆς κοιλίας; τί, τέκνον ἐμῶν εὐχῶν; 3 μὴ δῷς γυναιξὶ σὸν πλοῦτον καὶ τὸν σὸν νοῦν καὶ βίον εἰς ὑστεροβουλίαν. 4 μετὰ βουλῆς πάντα ποίει, μετὰ βουλῆς οἰνοπότει· οἱ δυνάσται θυμώδεις εἰσίν, οἶνον δὲ μὴ πινέτωσαν, 5 ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας καὶ ὀρθὰ κρῖναι οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς. 6 δίδοτε μέθην τοῖς ἐν λύπαις καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις, 7 ἵνα ἐπιλάθωνται τῆς πενίας καὶ τῶν πόνων μὴ μνησθῶσιν ἔτι. 8 ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ καὶ κρῖνε πάντας ὑγιῶς· 9 ἄνοιγε σὸν στόμα καὶ κρῖνε δικαίως, διάκρινε δὲ πένητα καὶ ἀσθενῆ. – – |
SAPE |
© The FontCity, ltd, 2011