ТАНАХ (39)

Септуагинта (АB) (53)

Септуагинта (BS) (2)

Перевод Феодотиона (3)

Вульгата (78)

Библия Лютера (66)

Textus Receptus (27)

Елизаветинская Библия (75)

Библия короля Иакова (80)

Синодальный перевод (77)

Новый Завет Уэсткотта-Хорта (27)

Перевод Нового Мира (27)

Библия на украинском языке (66)

Новый Завет Нестле-Аланда (27)

Κατα Μαθθαιον (глав: 28)

Κατα Μαρκον (глав: 16)

Κατα Λουκαν (глав: 24)

Κατα Ιωαννην (глав: 21)

Πραξεισ Αποστολων (глав: 28)

Προσ Ρωμαιουσ (глав: 16)

Προσ Κορινθιουσ Α (глав: 16)

Προσ Κορινθιουσ Β (глав: 13)

Προσ Γαλατασ (глав: 6)

Προσ Εφεσιουσ (глав: 6)

Προσ Φιλιππησιουσ (глав: 4)

Προσ Κολοσσαεισ (глав: 4)

Προσ Θεσσαλονικεισ Α (глав: 5)

Προσ Θεσσαλονικεισ Β (глав: 3)

Προσ Τιμοθεον Α (глав: 6)

Προσ Τιμοθεον Β (глав: 4)

Προσ Τιτον (глав: 3)

Προσ Φιλημονα (глав: 1)

Προσ Εβραιουσ (глав: 13)

Ιακωβου (глав: 5)

Πετρου Α (глав: 5)

Πετρου Β (глав: 3)

Ιωαννου Α (глав: 5)

Ιωαννου Β (глав: 1)

Ιωαννου Γ (глав: 1)

Ιουδα (глав: 1)

Αποκαλυψισ Ιωαννου (глав: 22)

Новый Завет Кассиана (27)

ТаНаХ Давида Йосифона (39)

Библия на белорусском языке (66)

Евангелия на белорусском языке (4)

Радостная Весть (нет)

Новый Завет на иврите (27)

Редакция NEV (66)

Книги Нового Завета на греческом языке в редакции Нестле (Eberhard Nestle) и Аланда (Kurt Aland)
(1966, UBS)

Προσ Εβραιουσ επιστολη

◄◄ | | Глава | | ►►

1 Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν,

2 μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσιν καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν,

3 καὶ δι’ αὐτὴν ὀφείλει καθὼς περὶ τοῦ λαοῦ οὕτως καὶ περὶ αὑτοῦ προσφέρειν περὶ ἁμαρτιῶν.

4 καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ θεοῦ, καθώσπερ καὶ Ἀαρών.

5 Οὕτως καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερέα, ἀλλ’ ὁ λαλήσας πρὸς αὐτόν, Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε·

6 καθὼς καὶ ἐν ἑτέρῳ λέγει, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ.

7 ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας,

8 καίπερ ὢν υἱὸς ἔμαθεν ἀφ’ ὧν ἔπαθεν τὴν ὑπακοήν·

9 καὶ τελειωθεὶς ἐγένετο πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου,

10 προσαγορευθεὶς ὑπὸ τοῦ θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισέδεκ.

11 Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς.

12 καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τινὰ τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, [καὶ] οὐ στερεᾶς τροφῆς.

13 πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος γάρ ἐστιν·

14 τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.


SAPE
Яндекс.Метрика

Наверх | Главная | Форум

© The FontCity, ltd, 2011